Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ]. | ||
<<Joseph. AJ 20.140 | Joseph. AJ 20.145 (English) | >>Joseph. AJ 20.150 |
20.143ἡ δὲ κακῶς πράττουσα καὶ φυγεῖν τὸν ἐκ τῆς ἀδελφῆς Βερενίκης βουλομένη φθόνον αὑτῇ διὰ τὸ κάλλος παρεκάλει παρʼ ἐκείνης οἰόμενος οὐκ ἐν ὀλίγοις ἔβλαπτεν , παραβῆναί τε τὰ πάτρια νόμιμα πείθεται καὶ τῷ Φήλικι γήμασθαι .
20.144τεκοῦσα δʼ ἐξ αὐτοῦ παῖδα προσηγόρευσεν Ἀγρίππαν . ἀλλʼ ὃν μὲν τρόπον ὁ νεανίας οὗτος σὺν τῇ γυναικὶ κατὰ τὴν ἐκπύρωσιν τοῦ Βεσβίου ὄρους ἐπὶ τῶν Τίτου Καίσαρος χρόνων ἠφανίσθη , μετὰ ταῦτα δηλώσω .
20.145
καὶ ὁ Πολέμων ἐπείσθη μάλιστα διὰ τὸν πλοῦτον αὐτῆς · οὐ μὴν ἐπὶ πολὺ συνέμεινεν ὁ γάμος , ἀλλʼ ἡ Βερενίκη διʼ ἀκολασίαν , ὡς ἔφασαν , καταλείπει τὸν Πολέμωνα . ὁ δʼ ἅμα τοῦ τε γάμου καὶ τοῦ τοῖς ἔθεσι τῶν Ἰουδαίων ἐμμένειν ἀπήλλακτο .
20.147τῷ αὐτῷ δὲ καιρῷ καὶ Μαριάμμη παραιτησαμένη τὸν Ἀρχέλαον συνῴκησε Δημητρίῳ τῶν ἐν Ἀλεξανδρείᾳ Ἰουδαίων πρωτεύοντι γένει τε καὶ πλούτῳ · τότε δὴ καὶ τὴν ἀλαβαρχίαν αὐτὸς εἶχεν . γενόμενον δʼ αὐτῇ παιδίον ἐξ ἐκείνου Ἀγριππῖνον προσηγόρευσεν . ἀλλὰ περὶ μὲν ἑκάστου τούτων μετὰ ἀκριβείας ὕστερον ἀπαγγελοῦμεν .
Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ]. | ||
<<Joseph. AJ 20.140 | Joseph. AJ 20.145 (English) | >>Joseph. AJ 20.150 |